φόβους νέων ἀγέλαις λύουσι διττούς, ὧν ὁ μὲν ἐκ διδασκάλων, τὸν δὲ ἐπάγει παιδαγωγός. αὗται δούλοις 1 2 ὡς οἷόν τε ἐλευθερίαν φέρουσι. καί πού τι καὶ ῥᾳ- θυμήσας οἰκέτης ἔδοξε μὲν ἀδικεῖν, πληγὴ δὲ οὐδαμοῦ, ἀλλὰ κἂν ἔργον φυγὼν προσκαθίζηται κύβοις, ἡ πρὸς τὰς ἡμέρας αἰδὼς ἐξῃτήσατο τὸν ἄνθρωπον.
Oratio 9. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.