ἔλαφοί τε εὐθέως ἐφαίνοντο, παρὰ τῆς Γῆς, οἶμαι, καὶ 1 2 τοῦτο, καὶ ἐβάλλοντο ἄλλαι ἐπ’ ἄλλαις μελέτης εἵνεκα τῆς περὶ τὴν τοξικήν. | τοῦτο δὴ φαίνεται πεποιηκὸς R 227 καὶ τὸν Ἀπόλλω τοξότην, ἡ μίμησις τῆς Ἀρτέμιδος, ὥστε εἵη <ἂν> Ἀρτέμιδος Ἀπόλλων ἐν τοξικῇ μαθητής.
ἔφευγε γάμον καὶ ὤμνυ τὴν τοῦ πατρὸς κεφαλὴν ἦ μὴν παρθένος μενεῖν. τοῦ μὲν οὖν κάλλους ἄλλοι τε ποιηταὶ μάρτυρες καὶ ὁ σοφώτατος Ὅμηρος, τοῦτο μὲν τὴν Ἀλκίνου θυγατέρα τῇ ταύτης εἰκόνι τιμήσας, τοῦτο δὲ τὴν Ἰκαρίου, προσθεὶς τῇ Ἀρτέμιδι τὴν Ἀφροδίτην
εἰς ἴσον ταῖν θεαῖν ἄγων τὰ κάλλη.
Oratio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.