Αἰτωλῶν ἄρχων Οἰνεύς, ὃς θυσίας αὐτὴν ἀποστερήσας τινὸς ἔστενεν ἐπὶ τοῖς δένδρεσι τοῖς ἑαυτοῦ κειμένοις ἡττωμένων τῶν ῥιζῶν συὸς ἑνὸς ἐμβολῆς. κρατηθἐν- τος δὲ τοῦ θηρίου μόλις τε καὶ σὺν τῷ τῶν ἑλόντων· κακῷ, (τοσούτους α ἄνδρας ἀνάλωσεν), ἕτερον δ’ ἔτεκε
κακὸν ἡ δορά τε καὶ ἡ κεφαλή, πόλεμον, ὅπως μηδεὶς Ἀρτέμιδος ἐν θεῶν τιμαῖς μήθ’ ἑκὼν ἀμελοῖ μήτ’ ἐπι- λανθάνοιτο.
1 2 3 μνονα κάλλιον αὐτῆς εἰπόντα βαλεῖν τὴν ἔλαφον ἀναγ- κάσασα τῷ βωμῷ τὴν παῖδα προσαγαγεῖν ὑπὲρ τῆς ἀναγωγῆς, ἣν ἐπεῖχεν ἡ θεὸς ἀπλοίᾳ τὴν ὑπερηφανίαν 4 κολάζουσα πειθομένων αὐτῇ τῶν ἀνέμων οὐχ ἧττον ἢ 5 τῳ Αἰόλῳ, τῷ σφῶν αὐτῶν ταμίᾳ, οὗ | δὴ καὶ φιλαν- θρωπίαν κατέμιξεν ἡ θεὸς μετενεγκοῦσα τὸ ξίφος ἀπὸ τῆς κόρης ἐπ’ ἔλαφον, καὶ ἡ μὲν ἠφάνιστο, ἡ κόρη, ἡ δὲ ἦν ἐν χερσίν, ἡ ἔλαφος.
Oratio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.