τοιῦτον ἀκούων τὸ μετὰ δὲ τριτάτοισιν ἄνασσε, διὰ τῆς εὐχῆς Ἀγαμέμνονος ἅπαν τοῦτ’ ἀνεῖλεν, ἣν ἐποιήσατο πρὸς τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Ἀθηνᾶν νίκην αἰτῶν. ἀφεὶς γὰρ Αἴαντα τὸν Λοκρὸν καὶ τὸν μέγαν καὶ τὸν Τυδέως καὶ αὐτὸν τὸν Ἀχιλλέα 1 2 δέκα συμβούλων ἐμνήσθη Νέστορι παραπλησίων, ὡς οὕτω δράσων, ἐφ’ ὅπερ ἧκεν.
Oratio 4. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.