δὲ ἴσως ἔξω τὸν οὐ τοιαῦτα περὶ ἐμοῦ λέγοντα, οἷα 1 2 3 σύ, | πρότερον μέν, ἡνίκα τῶν ἑταίρων τινὰ πέμψας ἠξίουν γραῦν τινὰ δίκην δικάσαι πολλῶν ἐτῶν ἀριθμὸν ἀνηλωκυῖαν, ὕστερον δέ, ἡνίκα μέ τις τῶν ὑπηρετῶν ἔφησεν ἕπεσθαί σοι. καὶ ὁ μὲν ᾤετό σε πήδημα συνά-
ψειν τοῖς πρώτοις ῥήμασι, σὺ δὲ τὸν μὲν ἀπειλῆς ἄξιον ἡγήσω, τὸν ἡνίοχον δὲ τῷ ποδὶ πρὸς τάχος ἐκί- νησας, πρὸς δὲ τὸν παρακαθήμενον εἶπες, ὅτι πάλιν οὗτος ἥκει κόψων ἡμᾶς οἷς φλυαρήσει· ἐγὼ δὲ τἀκριβὲς μὲν ὕστερον ἐπυθόμην, τότε δὲ ἐκ τῶν ὀμμά-
τῶν τὴν γνώμην εὑρὼν ὡς τάχιστα ἀπῆλθον, ἀφεὶς τὸ περὶ ὧν ἀφῖγμαι διαλεχθῆναι.
Oratio 4. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.