τασμα ταῖς κλοπαῖς. μᾶλλον δὲ οὐδὲ κλοπὰς τό γε σὸν ἄξιον καλεῖν· ὁ μὲν γὰρ κλέπτης ὅπως ὑφαιρού- μενος λήσει, ζητεῖ καὶ τὴν ἴσην ποιεῖται σπουδὴν περί τε τὸ λαβεῖν καὶ τοῦτο· σὺ δὲ τὰ τῶν ἀπαιτούντων ἃ δεδώκασι μιμῇ καὶ διὰ τῶν πόλεων χωρεῖς ἀγείρων,
ἔχων τοὺς προδρόμους πρὸς τὰς βουλὰς βοῶντας· ἢ δότε ἢ ἀπολεῖσθε· ὁ γὰρ αὐτίκα ἥξων οὗτος πρᾷος μὲν τοῖς διδοῦσι καὶ πατήρ, χαλεπὸς δὲ τοῖς τοῦτο μὴ ποιοῦσι καὶ σκορπίος.
Oratio 4. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.