αὐτὸς οὐδὲν ἄγεται μὲν ἐπὶ τὴν τῶν νόμων μάθησιν, ὃ τῶν τὴν διάνοιαν βραδυτέρων ἐστίν. ὢν δὲ καὶ ἐν ἐκείνοις λίθος διφθέρας μὲν παχείας τε καὶ πλατείας τὰ γόνατα βαρυνούσας ἔφερεν, ἴδη δὲ τοῦ τῶν συνη- 2 γόρων μετεσχηκὼς ἀριθμοῦ συνεῖπεν οὐδενὶ τῶν των, οὐ ξένοις, οὐ πολίταις, οὐκ ἀνδράσιν, οὐ γυναι- ξίν, οὐκ ἀπόροις, οὐκ εὐποροῦσιν· οὐ γὰρ ἐδόκει χρή- σιμος ἂν γενέσθαι. διόπερ οὐκ εἶχε τοὺς αὐτοῦ δεη- σομένους.
ὅτι ἀνθ’ ἑτέρων ἕτερα. εἰ μὲν οὖν τοῦτο πέπονθα, δεῖξον καὶ οὐκ ἀδικεῖς· εἰ δ’ οὐκ ἂν δύναιο, πῶς οὐκ ἠσέλγαινες;
τῇ ’κείνου ψήφῳ | τῶν βοηθούντων ἦσθα. ταύτης 3 τῆς ψήφου τὸ δίκαιον βοηθείαις ἀδίκοις ποιήσας ἀσθενὲς καὶ καταναγκάσας τὴν βουλὴν εἰς ἑαυτὴν γενέσθαι κακὴν ἄρχων ἡμῖν ἀφῖξαι, οὐ μισθὸν ἀρετῆς τὴν ἀρχὴν λαβών. οὔτε γὰρ ἐν πολέμῳ σύ γε λαμ-
πρός, οὐδὲ γὰρ στρατιώτης σύ τις, οὔτ’ ἐν τοῖς διὰ λόγων ἀγῶσιν, ὀλίγον γὰρ δὴ τῶν ἐν ταῖς εἰκόσι ῥη- 4 5 τορῶν διήνεγκας.
Oratio 4. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.