δ’ οὐχ ὁρῶ τὸ ποιοῦν τὴν ἐπίδειξιν. καὶ γὰρ αὖ κἀκεῖνο. μὴ καλῶν μὲν οὓς εἰώθειν, λυποίην ἂν οὓς | 1 οὐ κάλλιον· καλῶν δὲ μᾶλλον ἂν ἐμπείρους ποιοίην τῆς ὑμετέρας κακίας, οἱ δ’ οὐκ ἂν ἀπελθόντες σιγῷεν. τί οὖν δεῖ τὰ τῇδε μᾶλλον ἔκδηλα ποιεῖν;
ἕψομαι· εἰ δ’ ἅπερ νυνί, μένει, τοῖς αὐτοῖς δήπου χρή- σομαι σκοπῶν, ὅπως δι’ ἄλλης ὁδοῦ πλεονεκτεῖν ὑπάρ- ξει τοῖς σώφροσιν.
μαὶ κακοῖς. ἀλλὰ τί δράσω; τοὺς μὲν ἀπελάσω, ποιήσω δὲ τὸ περὶ ἐμὲ βραχύ; καὶ πῶς ἂν μᾶλλον ἡσθείη Πρίαμός τε καὶ οἱ ἐκ τούτου; οἳ τέτανται πρὸς ἐμὲ βουλόμενοι τοῦτ’ ἰδεῖν, ὀλίγοις ἐφεστηκότα ἐμὲ καὶ 4 τὴν ἀρχὴν ἐλάττω. | εἶδον δέ γε καὶ στρατηγὸν φαύ- 5 λων μὶν ἡγούμενον στρατιωτῶν, πείθοντα δὲ αὑτὸν ἀνέχεσθαι, τοῦ μὴ τῶν πολεμίων γενέσθαι τούτους προνοούμενον.
Oratio 3. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.