τὸν γνήσιον τῷ νόθῳ βλάψαι κρότον καὶ βοὴν χωλύ- σαι προελθεῖν καὶ διὰ τοῦ θεάτρου πορευθῆναι παν- τὸς ἀφέλκοντα τῶν λόγων ὁπόσους οἷόν τε, νῦν μὲν ἀγγελίαις ἐψευσμέναις, νῦν δ’ ἐπὶ λουτρὸν κλήσει τὸ πρὸ ἀρίστου, δαπανῶνται γὰρ δὴ καὶ τὰ τοιαῦτά τινες.
οὔτ᾿ οὖν ὑμῖν, ὦ κακοὶ νέοι, κέρδος οὐδέν, ὥσπερ οὐδὲ τοῖς ἀποῦσιν, οὔτε τῷ λέγοντι τό γε ἐφ’ ὑμᾶς ἧκον, ὅταν ὅς μόνος ἐστὶ μισθὸς ἐπιδείξεων, τοῦτον οὐκ ἔχῃ.
αἰτίαν οὐκ οὖσαν ἐπιφέρειν· εὐθὺς γὰρ ἂν ἐν αὐτοῖς τοῖς πραττομένοις ὀργῇ χρήσασθαι καὶ λόγοις ὀργιζο- μένου κατὰ τῶν ἀδικούντων. ἴστε γὰρ δὴ πολλάκις τοῦτό μοι πεπραγμένον καὶ ὡς ἐκέλευσα βοήσας οὐκ 1 ὀλιγάκις | ἐπιθέντα τινὰ τῷ τοῦ ῥᾳθυμοῦντος αὐχένι
τὴν δεξιὰν ἐκρίψαι· εἰ δὲ μὴ γεγένηται, τῶν δεηθέν- των τοῦτο.
Oratio 3. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.