1 2 3 ἡ περιεργία βούλεται; οὐκ εἰμὶ μὲν τῶν δυνάμεων ἡγεμὼν οὐδὲ ἐκοινώνησα τῶν ἐν Θρᾴκῃ παρατάξεων οὔτε ὡς στρατηγὸς οὔτε ὡς στρατιώτης, ἀλλ’ οὐδ’ ἂν ἀπὸ δένδρου ποθὲν ὑψηλοῦ τὴν θέαν ἤνεγκα ἂν τῆς
μεγάλης ἐκείνης μάχης, ἀλλ’ ὅμως ἀκούσας τῆς συμ- βολῆς τὸ πέρας τό τε μέτωπον ἔπληξα καὶ τῶν τριχῶν ἔτιλα καὶ τὰς αἰτίας πρὸς ἐμαυτὸν ἐξήτασα τῶν κακῶν, ὧν τῆς ὑστεραίας καὶ πρὸς ἄλλους ἐμνήσθην. ἡμάρ- τανον οὖν τούτοις; καὶ τίς ὁ τοῦτο φήσων;
γεγένηνται περὶ τιμῆς οὐδὲν διενεχθέντες· τοσοῦτος | 4 αὐτοῖς ἐστιν ὁ χρυσός.
Oratio 2. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.