ἀπολώλασιν οὐδενὸς τῆς τοιαύτης ἐρῶντος γῆς οὐδὲ ὠνουμένου, παρ’ οἷς δὲ βελτίων, ἀντὶ τῶν κεκληρο- νομηκότων ἔχουσι τοὺς πρίασθαι δυναμένους δεσπό- τας. εἶθ’ οἱ μὲν πολιτευόμενοι ταπεινοὶ καὶ ὀλίγοι καὶ οὐ πένητες μόνον, ἀλλ’ ἤδη καὶ πτωχοί, οἱ δ’ οὐκ οἶδ’
ὁπόθεν εἰσπεσόντες, θέντες τιμήν, τὸ γὰρ ἀληθὲς εἰρή- σεται, τρυφῶσιν ἐν τοῖς ἐκείνων, οἱ μὲν οἰκίας, οἱ δὲ ἀγρούς, οἱ δὲ ἀμφότερα κεκτημένοι.
Oratio 2. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.