δυοῖν γυναίοιν ἔφη με κεφαλὰς ἀποτεμόντα κεκτῆσθαι τῇ μὲν ἐπ’ ἔκρινον χρώμενον, θατέρᾳ δὲ ἐπὶ τὸν πρε- σβύτερον. ἦν δὲ τοῦ ψεύδους ὁ μισθὸς συγκοίμησις ὀρχηστοῦ τινος πάντα πειθομένου τοῖς ἀμφ’ ἐκεῖνον τὸν σοφιστήν. εἰ μὲν δὴ καὶ ἐκομίσατο τὸν μισθόν,
ὅ τε λαβὼν ὅ τε δοὺς οἶδεν, ἐφ’ ᾧ δ’ οὖν ἐτόλμα ἅπερ ἐτόλμα, τοῦτο ἦν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.