ἀγαθούς· ἐν οἷς καὶ τὸν ἐμαυτοῦ διδάσκαλον ἑώρων· ἦλθον γὰρ δὴ οὗπερ ἐδέδεντο, καὶ τὸν οὐδὸν ὑπερβὰς πεσὼν ὠλοφυρόμην ἐν πᾶσιν ὀδυρομένοις. καὶ τῆς ὑστεραίας ἐλέλυντο καὶ ἐγένετο δόξα συνεισελθεῖν τινά μοι τῶν βελτιόνων δαιμόνων, ὑφ’ οὗ στορεσθῆναι τὰ
κύματα.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.