δεηθεὶς καὶ πείσας αὐτόν τε καὶ <τοὺς> ἰατρούς, τοὺς μὲν λέγειν, ὡς τῇ κεφαλῇ μοι φάρμακον μὲν ὁ παρ’ ἡμῖν ἀήρ, ἐχθρὸς δὲ ὁ παρ’ ἐκείνοις, τὸν δὲ ἁπλῶς οὕτω προσίεσθαι, πείθω πάλιν τῶν τινα ἐν βασιλείοις νατῶν τῇ τῶν ἰατρῶν γνώμῃ συναγορεύοντα πεῖσαι
βασιλέα μὴ φθονῆσαι τῇ κεφαλῇ· ὁ δὲ ἐβοήθει μέν, ἐβοήθει | δὲ οὐ <μέν>, διειστήκει γὰρ τοῖς τρό- 1 ποις, ἐνδεικνύμενος δέ, ὡς οὐδὲν ἂν αὐτὸν ἐγχειρή- σαντα διαφύγοι.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.