πεμπομένους; ἐγὼ δὲ ἥσθην μὲν κατὰ τὸν Κρῆτα ἐκεῖνον) ἐπὶ τὴν κατέχουσαν τὰ πράγματα τῶν λόγων νόσον καλούμενος, οὐ μὴν οὕτω γε ἐπιλήσμων τις ἦν, ὥστ’ εἰρήνην τε καὶ ἀσφάλειαν ἐλπίσαι μετὰ τοὺς πολέμους ἐκείνους οὓς ἐτύγχανον ἑωρακώς, ἐν οἷς
τραύματα πόνον πολλοῖς ἰατροῖς παρασχόντα συνέβη.
ἀπειλῆσαι καὶ μέλλειν, εἰ μὴ ὀμεῖται τὴν πόλιν ἐκλεί- ψειν, καὶ ἐξέλιπεν, ὥστ’ εἰς Μακεδονίαν ἥκων ἕτερόν τι ποιῶν ἐτελεύτησε τὸν βίον.
λεγόντων δυνηθῆναι, χαλεπὸν γὰρ εἶναι πολίτου τυχεῖν ἐπαινέτου, οἵ γε, κἂν σὺν δόξῃ παρὰ σφᾶς ἀφίκηταί τις, περιαιρεῖν τε ἐπιχειροῦσι καὶ πάσῃ τέχνῃ μικρὸν ποιεῖν, καὶ ταῦτα αὐτοὺς ληροῦντας ἐπιδεῖξαι βουλο- 6 μένη ἡ Τύχη κινεῖ μέν με πρὸς αἴτησιν μηνῶν | τεττά- 7 ρων, ἐφέντος δὲ βασιλέως καὶ πρὶν ἢ χειμῶνα ἄρχεσθαι δεῖν ἐπανήκειν εἰπόντος ὁρῶ μὲν ὁδούς τε καὶ πύλας τὰς ἐμοὶ φιλτάτας, ὁρῶ δὲ ἱερά τε καὶ στοάς, ὁρῶ δὲ 8 9 τοίχων τῶν ἐμαυτοῦ γῆρας, ὁρῶ δὲ μητρὸς πολιάν, ὁρῶ δὲ τὸν ἐκείνης ἀδελφὸν οὔπω ἀφῃρημένον τὸ τοῦ πατρὸς ὄνομα, ὁρῶ δὲ ἀδελφόν τε πρεσβύτερον ἤδη πάππον κεκλημένον συμφοιτητῶν τε ἔθνη, τοὺς μὲν
ἐν ἀρχαῖς φανέντας, τοὺς δὲ δικαζομένοις συμμάχους, φίλους τε πατρῴους ὀλίγους γε ἐρρωμένην τε πλήθει σοφῶν τὴν πόλιν, ὥστε ἡδόμην τε ὁμοῦ καὶ ἐδεδοίκειν, τὸ μέν, ὅτι τῆς τοσαύτης τε καὶ τοιαύτης πολίτης εἴην, τὸ δέ, ὅτι παγχάλεπόν ἐστιν οὕτω μεγάλην λαβεῖν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.