τε ἀνηλωμένων, ἐπὶ ζεῦγος ὁρικὸν ἀναβὰς ἤλαυνεν ἐπὶ Καππαδοκίας παρὰ ἄρχοντα φίλον εἰδότα χάριτι βλάψαι νόμον, νέω δὲ ἄρα τώδε πάντα ἀλλήλοιν Ἀθή- νησι κεχαρισμένω διὰ τέλους ἔμελλον τοῦτο ποιεῖν. ὁ δὲ παρασκευῆς τε αὐτὸν τῆς πρὸς τὸν Περσικὸν πό-
λεμον ὃς τότε ἦν, ἑτέρων τε προμηθείας οὐ μείονος ἀξίων μένειν ἀναγκαζόντων πάντα τὰ μέγιστα μικρὰ ἡγησάμενος ἀναστὰς ἐφέρετο γυμνῷ τῷ ξίφει προ- πέμψας στρατιώτην, ᾧ χρῆν με εἰς Νικαίαν ἕπεσθαι τῶν νέων ἄγοντα ἑπτὰ τοὺς ὅτι μὴ σφᾶς αὐτοὺς ἀπέ-
δοντο, ἠδικηκότας.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.