εὐωχουμένῳ κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον, ὃς ἐσοφίσατο μακρὸν αὑτῷ τὸν βραχὺν γενέσθαι χρόνον. ἐποίει δέ μοι τὰς ἡδονὰς οὐ τὸ ἐσθίειν καὶ πίνειν, τὸ δὲ τὰ τῶν λόγων εὖ καὶ καλῶς χωρεῖν καὶ τὸ τὰς Ἀθήνας τῆς Βιθυνίας καταβοᾶν, ὥσπερ γεωργοὶ γεωργῶν ῥύακος
ἀρχαίου κωλυθέντος ᾗ πρότερον ῥεῖν. οὕτω τὸν ἐκεῖσε 1 2 δρόμον τῶν νέων παλαιόν τε καὶ ἐξ ὅσουπερ ἐμπορία λόγων, ἥδε ἔστησέ τε ἡ γῆ παρ’ αὑτῇ καὶ ἔπεισε μὴ πόρρωθεν πονηρὰ λαμβάνειν ἐξὸν ἐγγύθεν ἀμείνω.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.