περιστεραί, δεινὸν θρέμμα καταδουλώσασθαι νέον, ἅμιλλαι δὲ ἵππων καὶ τὰ τῆς σκηνῆς πάντα ἀπέρριπτο, καὶ ᾧ δὴ διαφερόντως ἐξέπληξα καὶ νεότητα καὶ γῆρας, ἀθέατος ἔμεινα μονομαχιῶν ἐκείνων, ἐν αἷς ἔπιπτόν τε καὶ ἐνίκων ἄνδρες, οὓς ἔφησθα ἂν μαθητὰς εἶναι
τῶν ἐν Πύλαις τριακοσίων. ὁ μὲν δὴ ταῦτα λειτουρ- γῶν ἦν θεῖος ἐμὸς πρὸς μητρὸς ἐκάλει τέ με ὀψόμενον, ἐγὼ δὲ ἄρα ὑπὸ τῶν βιβλίων εἰχόμην. λόγος γε τὸν 1 2 3 σοφιστὴν ἐκεῖνον μαντεύσασθαι περὶ ἐμοῦ πόρρωθεν, | ὅ δὴ καὶ τετέλεσται.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.