Νικομήδους πόλιν, λόγων τροφὸν τῆς τρυφῇ βαρυνο-. μένης. ὁ δὲ κἀκείνην ἔκλειέ μοι γράμμασιν, οὐ μὴν εἰς ἅπαν· ἧκον γὰρ ἐκεῖσε διὰ τῆς Διονύσου. Νικαίας γὰρ οἱ οἰκήτορες ἐπειδὴ ᾔσθοντο τὴν ἔξοδον, πρεσβεί- αις παρ’ ἑαυτοὺς ἐκάλουν ἅπασιν ἐπαίνοις ἐν ψηφί-
σμασι χρώμενοι. προσκυνήσας δὴ τὸν Διόνυσον εἱπό- μην καὶ αὖθις ὢν ἐν νέοις τε καὶ λόγοις ψηφίσμα- σιν ἑτέροις ἐπὶ τὴν τῆς Δήμητρος ἠγόμην τοῦ τῶν Βιθυνῶν ἄρχοντος δεηθεῖσι χαριζομένου.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.