λήψοιτο δίκην, παρεδήλου, τῶν δὲ ἐν τρόμῳ τε κατα- στάντων καὶ ἀλλήλους αἰτιωμένων, οἶα ἐβούλευσας, ὦ δαῖμον. περὶ μέσας νύκτας ἐξέβαλες τῆς ἀρχῆς τὸν Ἀλέξανδρον καὶ παρέδωκας ἅμα ἡμέρᾳ Λιμενίῳ τὸ ἄστυ, συνωμότῃ μὲν οὐκ ἂν φαίην, ἀνωμότῳ δὲ καὶ
τὰ αὐτὰ βουλομένῳ· θεὸς μὲν γὰρ ἤθελεν εἶναι δο- κεῖν, ἐγὼ δὲ αὐτὸν οὐδὲ σπουδαῖον ἐνόμιζον ἄνθρω- πον, ᾧ γε ἦν ἡ σπουδὴ γελασθῆναι.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.