ἐπὶ τὸ ἔκπωμα ἧκεν ἄν, τοῦτο δὲ οὐκ ἔχων γοήτων ἡττῆσθαι περιιὼν ἐτραγῴδει· ξυνεῖναί με γὰρ ἀνδρὶ τυραννοῦντι τῶν ἄστρων, δι’ ὧν ἐκεῖνον τὸν μὲν εὖ, τὸν δὲ κακῶς ποιεῖν ἀνθρώπων, ὥσπερ τοὺς ἐν ταῖς δυναστείαις διὰ τῶν δορυφόρων· τούτου δὲ εἶναι τὸν
ἔλεγχον ἐν τοῦ βιβλογράφου ταῖς πλευραῖς, Κρητός τινος ἐπιεικοῦς πολλὰ τῇ δεξιᾷ καμόντος Ἀθήνησί τε καὶ πανταχοῦ.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.