καὶ ἐπῃνοῦντο. διαβάντες δὲ τοῦ Πόντου τὸν αὐχένα, καθ’ ὂν πάλαι ποτὲ τὴν Ἱὼ λόγος ἐν εἴδει βοός, ἐλ- 1 θόντες τε διὰ Χαλκηδόνος διά τε Ἀστακίας τρίτης τε ἑτέρας πόλεως μικρᾶς μὲν ἐκ μεγάλης τῆς πρίν, ἐχού- σης δέ τι παντὸς μεγέθους μεῖζον, γέροντα γλώττης ἡδονῇ τῷ Νέστορι παρισούμενον καὶ αὐτὸ δὴ τοῦτο
διὰ τοῦτο καλούμενον μᾶλλον ἢ ὅπερ ὁ πατήρ τε αὐτῷ καὶ ἡ μήτηρ ἔθεντο, ἐνταῦθα ξενίων τυχών, τοῦ Κρι- σπίνου δὲ ἄρα κηδεστὴς οὗτός ἤη ἔρχομαί τε εἰς τὴν Ἡρακλέους, ἣν ἔκτισεν ἐκεῖνος τοῦ τῶν κάτω θεῶν 2 κρατήσας κυνός, | καὶ τὴν ἀνάβασιν εἶδον.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.