πρεσβεύων μίν ἐπὶ τούτοις ᾤχετο, ταῖς δ’ εἰς ἐμὲ τοῦ βασιλέως τιμαῖς ταπεινωθεὶς ἐπανήρχετο, καὶ ἧκέ τις 1 2 μετὰ τῶν συμπρέσβεων βασίλειον ἡμῖν κομίζων ἐπιστο- λὴν αὔξουσαν τὸν δεξάμενον, ηὐξημένον πως καὶ τοῖς Εὐδεβίου, <τῶν πρέσβεων δὲ καὶ οὖτος> λόγοις, ὧν 3 μὲν τὸν πατέρα, τῷ δὲ ἐκόσμησε τὸν υἱόν, ὥστε τοὺς 4 Ἀθήνηθεν ἀντὶ τοῦ ἐρίζειν θαυμάζειν | αὐτόν τε νον καὶ ἐμέ, τοῦ δοῦναι μὲν ἐμέ, τοῦ λαβεῖν δὲ ἐκεῖνον.
ἵπποι δὲ ἐοικότες μὲν θηρίοις, τοῦτο δὲ οὐ δοκοῦντες, εἱστήκεσαν περιμένοντες τοὺς δεσπότας, οἱ μὲν εἰς τοὺς κίονας ὁρῶντες, οἱ δ’ εἰς τὸν τοῖχον τετραμμένοι. καὶ ἦν οὐδὲν κακὸν εἰκάσαι, τὸ δ’ ἄρα ἦν μέγα. χωροῦντι οὖν μοι διὰ μέσου τοὺς ὀδόντας ἐδείκνυσαν
ἀντὶ βελῶν τοῖς ποσὶ χρώμενοι, τὸ δ’ ἤρκεσεν ἂν εἰς θάνατον. νῦν δ’ ὁ ἱπποκόμος με ἐξαρπάσας, μεθεὶς ὂν ἦγεν ἵππον, φέρων εἰς ἀσφάλειαν κατέστησε. τοῦ ἱπποκόμου μὲν αἱ χεῖρες, τὸ βούλευμα δὲ τῶν θεῶν·
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.