θορύβων καὶ πόνων οὐ φορητῶν ἀφείθην. ὁ γὰρ δὴ ἐπὶ τεθνεῶτα ἥκων τίς ἂν ἦν ζῶντος; ἔλεγε δὲ ταῦτα οὐχ ὡς τὸν νεκρὸν παραδώσων τοῖς νόμοις, ἀλλ’, οἶμαι, τι προσεδόκησε, τοῖς οὐ μετ’ αὐτοῦ δεδεμένοις τοῦ μὴ δεδέσθαι φθονῶν. τύχης τοίνυν ἀγαθῆς τὸ μὴ κακω-
1 2 3 θῆναι συκοφαντίας ὀδοῦσιν, ἀλλὰ τοῖς ἡδίστοις τε καμάτοις καὶ εἰωθόσιν ἀντὶ τῶν οὐκ εἰωθότων διὰ τοῦδε ἐλθεῖν τοῦ χρόνου.
ρον ἐπέθηκε βασιλεύς, οἷον οὐκ ἂν ἕτερον, ἐμοὶ δοκεῖν. θανάτῳ μὲν γὰρ οὐδένα, φυγῇ δὲ δύο, πληγαῖς δὲ οὐ | 4 πολλαῖς ἐποίησε τοὺς ἄλλους βελτίονας, ἐμοὶ δὲ γίγνεταί τις ἑτέρωθεν ταραχὴ τῆς ἐν τῷ διδασκαλείῳ νεότητος οὐ πάσης ἐν τῇ τάξει μενούσης, ἀλλ’ ἐν σω-
φρονοῦντι τῷ πλείονι μοίρας τινὸς θρασυνομένης, τῷ λυπεῖν φιλοτιμουμένης, ἐνδεικνυμένης, ὡς εἰ ἐθελήσουσι, καὶ πλέον τι δράσουσιν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.