τε ὡς ἐμέ, καὶ ὁ λίθος ἐν τῇ δεξιᾷ. προσελθὼν δὴ ταῖς μεγάλαις θύραις, αἱ <οὐκ> ἐκέκλειντο καὶ δι’ ἦν τἄνδον ἰδεῖν, ἐπειδὴ εἶδεν ἔνδον ὄντα οὐδένα, ἀπῆλθε τὴν αὐτὴν μετὰ τοῦ λίθου, καὶ ταῦτα αὐτὸς ἑώρων οὐ κινηθείς, ὁ δὲ οὐκ ἤνεγκεν ἐπ’ ἐμὲ τὸν
ὀφθαλμὸν θεῶν του κεκωλυκότος. ἢ οὐκ ἂν πληγῆς εἰς θάνατον ἐδεήθην δευτέρας, τοσοῦτος ἦν ὁ λίθος.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.