αἰαχρὸν εἶναι ἐφαίνετο τοιαύτην νίκην τε καὶ ἥτταν περιορᾶν, καὶ τὸ πρᾶγμα μετέθηκεν οὐδὲν ἡμῶν πραγμα- τευσαμένων· ὁ γὰρ δὴ ἀεὶ οἴνου γέμων ἐκεῖνος ἐξέωστό 1 2 τε τῆς περὶ τὰ τοιαῦτα ἐξουσίας οἴκοι τε καθῆστο ἐγκεκαλυμμένος πεποιημένης τε τῷ Ποσειδῶνι τῆς ἱπποδρομίας περὶ τῇ οἰκίᾳ τῇ αὑτοῦ δεδιὼς ἔτρεμε· τοσοῦτο κῦμα παίδων ἐπ’ αὐτὴν ἐφέρετο, κελεύοντες
ἐμεῖν ἃ ἐδηδόκει κακῶς, καὶ αἱ δᾷδες ἐν χεροῖν. τα- πεινὸν δὲ ἦν καὶ ὅσον αὐτῷ συνύβριζε πρότερον, ὅ τε ἐξηπατημένος αὑτὸν ἀπῄτει δίκας διὰ τῶν ἐν τῇ κεφαλῇ τριχῶν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.