οὐδεπώποτε ἁψαμένου τοσοῦτόν <τε> ἀποσχόντος τε καὶ κοινωνίας τῶν ἐν νυξὶν ἐπὶ τὰς τῶν πενεστέρων πορευομένων οἰκίας· ἐπεὶ καὶ Σκύλλης κεφαλὰς ἢ εἰ βούλει γε, Σειρήνων δεινοτέρας γείτονας, ἑταίρας με- λῳδούσας, αἱ πολλοὺς ἐξέδυσαν, μάτην ᾀδούσας ἀπέ-
φηνα.
εἰς Ἀργὸς τὰ παρ’ αὐτοῖς μυησόμενος. καὶ τοῦτο δὲ τοσοῦτον. καὶ κατ’ αὐτοὺς δὴ τοὺς λόγους μιμητὴς 1 2 3 ἂν ἐκείνου, παρ’ ὂν ἠρχόμην, γενόμενος, τὸ γὰρ | 4 δὴ ἐρᾶν καὶ τοῦτο ἂν ἔπραξεν, εἱπόμην <ἂν> ἴχνεσιν, οὓς αὐτοὶ μὲν ἐπίστασθε, σιγᾶσθαι δὲ ἐμοὶ κάλλιον. οἷος ἂν οὖν ἦν, εἰ ἀνθ’ ὧν ὑμᾶς νῦν ἐν
τοῖς ἐμαυτοῦ λόγοις ἀναμιμνήσκω, τοῦ δεῖνος ἀνεμί- μνησκον ταπεινοῦ τινος καὶ πένητος ῥήτορος;
ὁπόσαι ἡμέραι, τοσοῦτοι πόνοι, πλὴν ὅσας αἱ πανηγύ- ρεις αὑτῶν ἐποιήσαντο, οὐ πολλάς τινας οἶμαι. ἐπεὶ δὲ ἐδόκει μέγιστον εἶναι θρόνων ἄξιον τῶν παρ’ Ἀθη- ναίοις κεκρίσθαι, καὶ τοῦτο φροντίσασα ἡ Τύχη δέδωκε τοῦτον τὸν τρόπον.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.