Εὐρώπης ἄκρον, ἐφ’ οὗ πόλις ᾤκισται <ἡ> μεγάλη φῶσα τῷ Βοσπόρῳ.
μικροῦ φερομένῳ πρός τε τὴν θύραν ἀναβεβηκότι τὴν νέαν ἀπαντᾷ ζεῦγος ὁρέων εἰς ἀναστροφὴν περιαγο- 2 μένων, καὶ ὁρῶν τὸ ζεῦγος ὁ ἵππος ἔδεισε μικρὸν δὴ γενέσθαι σφίσι τῶν προσώπων τὸ μέσον, καὶ οὔτ’ ἀναστρέψαι ἦν τῷ ἵππῳ διὰ τὴν στενότητα οὔτε ἐξελ- θεῖν διὰ τὸν φόβον. λοιπὸν οὖν κατὰ τῶν νώτων κατενεχθέντα τὸν ἵππον ἔχειν ὕπτιον ὑπὸ τοῖς νώτοις
ἐμὲ καὶ τὸ μὲν ἄλλο ὧδε κεῖσθαι, τὴν κεφαλὴν δὲ ἔξω τοῦ ἵππου πεσοῦσαν καὶ τοῖς ἐν μέσῳ τῶν κιόνων λίθοις ἐνραγεῖσαν δεικνύναι τὸν ἐγκέφαλον.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.