μον. οὐδὲν δὲ εἰδὼς ἐγὼ προσῄειν τὰ εἰωθότα πο- 1 ρευόμενος, κτύπου δὲ πληγῶν αἰσθόμενος | τῷ δήμῳ κεχαρισμένων, ὃς ἐκεχήνει πρός τε τὸ αἷμα καὶ τὰ νῶτα, θέαμα ἐπιστὰς εἶδον πικρόν τε καὶ τοῖς ἐμοῖς οὐκ ἀνεκτὸν ὄμμασιν, οὐ μὴν εἰς ἀναβολήν· ἀλλ’
εὐθὺς ταῖς ἐμαυτοῦ χερσὶ διατεμὼν τὸν ὄχλον σιγῇ μὲν μεμφόμενος μέχρι τοῦ τροχοῦ προσῄειν, ἐκεῖ δὲ λόγοι τε πολλοὶ καὶ οὐκέτι σιωπὴ τοῖν δυοῖν ἁπτο- μένου μόνοιν, ὡς οὔτε ἠδικήκασιν οἱ ἐν ταῖς πληγαῖς εἴ τε οὐ λήξει τὸ τῆς ὀργῆς, ὄψεταί τις ἡμέραν τὴν
ἐπιοῦσαν, οἵαν οὐκ ἂν βούλοιτο.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.