τῶν ἐμῶν εἰς τὸν ἐμὸν ἐλευθέρως τε ἡξόντων ἐν βεβαίῳ τε μενούντων. ταυτὶ δὲ πεπεισμένον ἀφεῖναί 4 τε τὴν ψυχὴν ἐλθεῖν τε εἰς Αἴδου | πῶς οὐκ ἂν εὐ- δαίμονος εἴη;
πνεῦμα πολέμιον ἐπελθὸν ἐκβάλλει μὲν τὴν ἡδονήν, ἀντεισάγει δὲ τραῦμα, οἷον οὔπω πρότερον. ἦν μοι ἀδελφὸς νεώτερος οἰχομένου τοῦ πρεσβυτέρου, μέσος γὰρ δὴ ἦν ἐγὼ κατὰ τὸν τόκον ἀμφοῖν. οὗτος πρό τε τῆς ἀποδημίας μοι συνέζη, καὶ ἐπειδὴ παρὰ Βιθυνοῖς
ἐκαθήμην, ἦλθεν ἵππον ἐλαύνων μέγα ποιούμενος ἰδεῖν ὑπ’ ἐμοῦ νεμομένους παῖδας.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.