οὐκ ἄρα ἦν ἀγαθὸς ἥ τε σοφία αὐτοῦ πιστευθέντα ἀδικῆσαι τὰ μὲν τέχνῃ, τὰ δὲ καὶ ἀναιδείᾳ, ὥστε ἤδη τι λαβών, ὡς ἀποδώσων, ἐν μέσῳ μυρίων ὀμμάτων, εἶτα ἠρνήσατο ἐπί τε δικαστὴν ἧκε τῶν ἅπαντα εἰδό- των ἀποθαυμαζόντων, λόγου δὲ ἀπορῶν, οὐκ ἔχων
κρατῆσαι τοῦ δικαίου, πλασάμενος σκοτοδινιᾶν ἐξελθών, ὡς δὴ εὐθέως ἥξων αὖθις ἐπὶ τὴν δίκην, ἀναβὰς ἐπὶ 1 2 τὸν ἵππον ἔρρωτό τε καὶ ἤλαυνε καὶ λαβόμενος τῆς κλίμακος ἐπὶ τραύματα τοὺς οἰκέτας ἔταττεν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.