τινὸς περὶ ἐμοῦ τι δεξάμενος πρὸς μὲν τὸν εἶπε· σίγα, ὦ φιλότης, καὶ ἐν ἡμῖν ταῦτα ἱστάσθω. μετα- πεμψάμενος δὲ ἐμὲ ποιεῖταί τε φίλον καὶ ἐπαγγέλλειν, εἴ του δεοίμην, ἐδίδου παρεκάλει τε τοὺς τῶν ἑδῶν | 1 τούτους καταγελῶντας, τοὺς τοῦ οὐρανοῦ κληρούχους,
ἀφέντας ἃ ἀλαζονεύονται, τἀμὰ ζηλοῦντας ὁρᾶσθαι. τοιαῦτα μὲν ἀνέσεισεν ὁ δαίμων, τοιαῦτα δὲ καὶ ἐκοί- μισεν, οὐχ ὡς πεποιημένου μοι τοιοῦδέ τινος λόγου, 2 3 ἀλλ’ ὅτι τῆς πρώτης πείρας ἁμαρτὼν ὁ Φιδήλιος προὔ- βαινεν ἂν ἐπιβουλεύων, ἕως ἔργου τύχοι.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.