Βάλεντα εἰπών, ὡς ἐμέ τε ἂν ἐν αὐτῷ ῥᾳδίως καὶ τὸν Εὐτρόπιον ἕλοι, σπεύδων ᾤχετο εἰς Ἰωνίαν ἐπὶ τὴν ἀρχήν, ὥστε γέλωτα πολὺν ἐν τῷ δικαστηρίῳ τὸν Μαρτύριον παρασχεῖν οὐκ ἐχόντων τῶν δικαζόντων (??) μαθεῖν, ἥτις ἡ ἀρχὴ τῷ τοῦτον ἀχθῆναι γένοιτο, τῆς
ἀρχῆς τοῦ πράγματος ἐν σκότῳ γεγενημένης. Φήστῳ μὲν οὖν ἆθλον τῆς κακίας ἐγένετο γάμος, νέα μὲν γυνή, συχνὴ δὲ οὐσία, καὶ νῦν ἐν πόλεσιν ἃς ἐκένωσε, τρυφᾷ.
γάλα πρότερον ἐπιδὼν κακὰ καὶ τό τε λαλεῖν τό τε ἀκούειν ἀποβαλών. γίνεται δὲ καὶ αὐτὸς εἰς ἐμὲ κός, ὥσπερ ἀχθόμενος, ὅτι με ἐν Βιθυνίᾳ προὐβέβλητο καὶ ὁπότε τι δείσειεν, ἐπ’ ἐμὲ κατέφευγε. τὰς μὲν δὴ εἰς τοὺς λόγους ὕβρεις αὐτοῦ παραλειπτέον, ἐν αἷς 1 2 ἐχαρίζετο πάνυ μὲν ἀνδρὶ πλουσίῳ, παῖδας δὲ οὐ κεκτημένῳ.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.