ἐμοῦ σοι γενέσθαι, τό τε εἰς πλῆθος ποιῆσαι λόγους τό τε οὕτω δόξαι τοὺς ποιηθέντας εἶναι καλούς, ὥστ ἔτι ζῶντος, ἐν ᾧ καὶ φθονεῖσθαι ἀνάγκη,) τὰς τῶν βι- βλογράφων δεξιὰς τὰς πολλὰς ὀλίγας ἐλέγχεσθαι τῷ πλήθει τῶν ἐραστῶν. τοιγάρτοι πᾶν ἐργαστήριον λό-
γῶν καὶ τούσδε δείκνυσιν ὁμοίως ἐν παιδευομένων τε καὶ παιδευόντων χερσί. καὶ τούτων, ὦ ἄνδρες, οἶδα τῇ Τύχη χάριν καὶ αἰτῶ γε παρ’ αὐτῆς ἀεὶ βελτίω παρέχειν τὰ δεύτερα.
σασθαι τὴν ἀρχήν, ἐλθὼν δὲ δείλης εἰσάγων ὡς ἑαυτὸν Εὔβουλον καὶ συνὼν αὐτῷ δι’ ἑρμηνέως πιστοῦ, ὁ δ’ ὡμολόγει τῆς ἐμῆς ἐπιθυμεῖν τελευτῆς, ὅπως αὖθις εἶναί τι δόξειεν. ἐπώλει οὖν Εὐβούλῳ τὸ μισεῖν ἐμὲ Φῆστος ὧν καθ’ ἑκάστην ἤσθιε τὴν ἡμέραν· ἦσαν δὲ
χῆνες πίονες ἐκείνῳ καὶ οἶνος ἡδὺς καὶ φασιανοί.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.