μέν, ὅμως δὲ ἰάσατο ἡ Τύχη. διετέλουν μὲν γὰρ πρὸς 1 τοὺς ἐπιτηδείους | γράφων αὐτὸ μετὰ λύπης, τῷ λόγῳ μέτρα τε διηγούμενος καὶ οἷον μὲν τὰ εἴσω, οἷον δὲ τὰ ἔξω καὶ ποῦ νῦν ἄρα καὶ ἐν τίνος χερσί. νέος δέ τις, πολίτης ἐμός, ἐωνημένος ἧκεν ἀναγνωσόμενος, καὶ 2 3 ὁ διδάσκαλος ἀνεβόησε τοῦτ’ ἐκεῖνο, τοῖς γνωρίσμα- σιν ἐλῶν, καὶ ἧκεν ἐρωτῶν, εἰ μὴ ἁμαρτάνοι δόξης. λαβὼν οὖν ἐγὼ καὶ ποιήσας, οἷα ἄν τις ἐπὶ παιδὶ τὸν ἴσον μὲν ἀφανισθέντι χρόνον, φανέντι δὲ οὐ προσδο- κηθέντι περιχαρὴς ἀπηλλαττόμην καὶ τότε εὐθὺς καὶ
νῦν οἶδα τῇ θεῷ χάριν. γελάτω δὲ ὁ βουλόμενος, ὡς ὑπὲρ φαύλου μακρολογήσαντος, ἀδεὲς γὰρ δήπουθεν ἀπαιδεύτου γέλως.
παῖδας παρέδωκε μνήμασι, πολλαῖς δὲ κλίναις σώματα τούτων γε] φερούσαις ἠκολούθησεν, ἄθλιος, πῶς οὐχὶ | καὶ αὐτὸς ἂν ἐν δυστυχοῦσιν ἀριθμοίμην, οὐ πολλοὺς 4 μόνον, ἀλλὰ καὶ ἀγαθοὺς παῖδας τοὺς μὲν αὐτὸς θάψας, τοὺς δὲ ἐν σοροῖς ξένους νεανίσκους εἰς τὴν
οἰκείαν ἀποπέμψας.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.