μέν τι κέρδος, οὐ μὴν παντελῶς γε ἐξελήλατο τὸ κόν. ἴφη δὲ ὁ θεὸς καὶ τοῦτο χαριεῖσθαι. ἐγὼ δὲ ᾔδειν μέν, ὡς οὐκ εὐσεβὲς ἀπιστεῖν ἐγγυητῇ τοιούτῳ, θαυμάζειν δὲ ὅμως παρῆν, εἰ καὶ ταύτης εἶναί ποτε δόξαιμι τῆς χάριτος ἄξιος. καὶ ἦν μὲν ἔτος ἕβδομον
ἐπὶ τοῖς πεντήκοντα λῆγον ἤδη, τρισὶ δ’ ἐνυπνίοις ὁ 1 2 θεός, ὧν τὼ δύο μεθημερινώ, μέρος οὐ μικρὸν ἑκάστῳ τοῦ νοσήματος ἀφῄρει καὶ κατέστησεν εἰς τοῦτο, ὃ μήποτε ἀφέλοιτο.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.