ἡμῖν ἁρπάσαντες ἄνεμοι φέροντες εἰς τὸν Ὠκεανὸν ἐμβάλωσιν, ἀλλ’ ἔδεισα μέν, ὦ ἄνδρες, καὶ τὸν τῶν ἀπαντώντων ὄχλον, ἔφυγον δὲ τὰ μέσα τοῦ ἄστεος, ἔδεισα δὲ μεγέθη λουτρῶν, ἔδεισα δὲ οἰκίας (πλὴν τῆς ἐμαυτοῦ)πάσας νεφέλης μὲν ἐπὶ τὰ ὄμματα ἐρχομένης,
τοῦ πνεύματος δὲ εἰς μικρὸν συστελλομένου, τὴν φαλὴν δὲ ἰλίγγων κατεχόντων, δόξης δὲ ἀεὶ τοῦ πε- 1 2 3 σεῖσθαι παρούσης, ὥστε ἐσπέρας ᾔδομεν ἐπ’ αὐτῷ τὴν Τύχην ἐν κέρδει τὸ μὴ πεπτωκέναι ποιούμενοι.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.