ῥάβδῳ κινεῖν τῶν ἀκροωμένων ἕκαστον, ὅπως μηδ’ ὁτιοῦν ὄνομα θαύματος ἄμοιρον ἀπέλθῃ. βασιλεὺς δὲ τὰ πρῶτα μὲν τῇ διὰ τῆς μορφῆς ἡδονῇ μηνυομένῃ συνετέλει, ἔπειτα τῷ μέλλειν ἀναπηδᾶν, ἔπειτα, οὐ γὰρ δὴ κατεῖχεν αὑτὸν καὶ σφόδρα πειρώμενος, ἥλατο
μὲν ἐκ τοῦ θρόνου, τῆς χλαμύδος δὲ ὁπόσον ἐξῆν, ταῖν χεροῖν ἀνεπέτασεν, ὡς μὲν ἂν εἴποι τις τουτωνὶ τῶν ἀγγάρων, ἐκφερόμενος τοῦ σχήματος, ὡς δ’ ἂν ἀνὴρ εὖ εἰδώς, οἷς ἂν σεμνὴ βασιλεία γένοιτο, ἄρα ἐν 2 τοῖς προσήκουσι μένων· | τί γὰρ δὴ βασιλικώτερον 3 τοῦ βασιλέως ψυχὴν πρὸς κάλλη λόγων ἀνίστασθαι;
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.