ἐκείνῳ καὶ μέμψεις τῶν ὠλιγωρημένων, ᾔτουν δὲ οὐδὲν 1 2 3 οὐ τῶν ἐν θησαυροῖς, οὐκ οἰκίαν, οὐ γῆν, οὐκ ἀρχάς, καὶ τὸ τοῦ Ἀριστοφάνους λόγος ἦν οὐκ ἐῶν κακὸν | τὸν οὐ τοιοῦτον δοκεῖν, καὶ τοῦτο ἐδίδου τὴν ἀρχὴν, 4 ἐγὼ δὲ οὐδ’ ἀπολαβεῖν ἠξίουν ὄντων μοι παππῴων οὐ μικρῶν ἐν τοῖς ἐκείνου κτήμασιν. ὁρῶν δὴ κέρδος
τε ἅπαν ὑπ’ ἐμοῦ καταπεπατημένον ζητοῦντά τε οὐδὲν ἕτερον ἢ ὅπως ἐκεῖνος ἀποκρύψει τὰ ὑμνούμενα, τοὺς μὲν ἄλλους ἔφασκε τὸν αὑτοῦ πλοῦτον φιλεῖν, ἐμὲ δὲ αὐτόν, καὶ μηδ’ ἂν τὴν τεκοῦσαν αὐτὸν ὑπερβαλέσθαι τὸ φίλτρον τὸ παρ’ ἐμοῦ.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.