ἀνδρειότατος σοφιστῶν ἐκεῖνος οὐδ’ οὕτως ἡσύχασεν, ἀλλ’ αὖθις τὰ εἰρημένα ἐμυθολόγευε, καὶ ταῦτα ἐν τῇ τοῦ Στρατηγίου καταγωγῇ. καὶ ὁ μὲν ἐξή- λασεν, Ἑρμογένη δὲ τὸν τὴν ἀρχὴν ἐκδεξάμενον αὐτῷ 1 2 δεινόν τε καὶ ἄγριον ἦγεν ἡ φήμη, καί, ἦν γὰρ ἡμῖν ἀγνώς, ἐδόκουν οὖν] οὐκέθ᾿ ὅ πρότερον ἰσχύσειν. ἦν δὲ ἄρα ὁ Ἑρμογένης βέλτιστος ἀρχόντων καὶ οὐ πολλοῖς μὲν ὁμιλεῖν ἀξιῶν, πρᾷος δὲ καὶ λόγῳ μᾶλλον ἢ θυμῷ χρώμενος.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.