ἔμενεν, ὡς δὴ ὑπὸ τῆς οὔσης τῷ ’μῷ θείῳ δυνάμεως κεκακωμένος. ἕλκω δὴ τὸν ἄνδρα πρὸς τοὺς ἀγῶνας ἀπειλαῖς τε ταῖς τοῦ ἄρχοντος καὶ ἅμα ἐπὶ πλείοσι πυροῖς, ᾔδει δὲ <ὁ> ἀνὴρ κερδαίνειν, καὶ ἐπειδὴ ἧκε, φίλος ἦν διὰ τοὺς πυρούς, αὖθις δὲ ἀφισταμένων
ὁμιλητῶν καὶ ἑτοιμότερον ἢ πρόσθεν, ἤσθιέ τε ἅμα καὶ ἦν ἐχθρὸς καὶ κατὰ τοὺς λόγους ἀμείνων μέν, 2 3 ἀφελών τι τῆς ῥᾳθυμίας, οὐ μὴν ἐφ’ ὅσον γε ἄξιον, ἦρτο.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.