τῶν δή τινων ἐν τῇ χειρὶ κειμένων, | ὑπὲρ ὧν δεη- 1 θῆναι χρῆν, ἀναμιμνησκόμενος. ὁ δὲ τὰ μὲν ἐπείθετο, τὰ δὲ οὐ πειθόμενος, ὡς οὐκ ἐῴη τὸ δίκαιον, διδάσκων ἐξέπεμπε, μᾶλλον δ’ ἐκέλευεν ἀναμένειν λουσόμενον, ὡς οὐ τῷ λουτρῷ μᾶλλον ἢ τῇ ’μῇ θέᾳ δυναμένων
αὐτῷ κουφίζεσθαι τῶν πόνων. ὃ δὴ ἐγὼ γνοὺς ἐχαρι- ζόμην αὐτῷ ταῖς καθ’ ἡμέραν εἰσόδοις, ἀνάγκης δὲ 2 εἰργούσης πέμπων ὅ,τι τὸ κωλῦσαν, ἀνεπυνθάνετο.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.