ὄχλον οὐκ ἔχοντες διαφυγεῖν ἐπιστέλλομεν, οΙς ἂν μηδὲν γίγνηται δεξιόν, οὐ φροντίς ὑπὲρ δὲ ὧν παντὶ θυμῷ γράφο- γράφομεν, καὶ προστίθεμεν εὐχὰς τοῖς γράμμασι κἂν ἐκεῖνοι τῆς σῆς ἀπολαύσωσι ῥοπῆς, ἡμέτερον τὸ κέρδος.
πατέρων τε γὰρ φύντες ἀλλήλοις φίλων ἐκληρονομήσαμεν τοῦδε τοῦ καλοῦ πολλά τε ὑπὲρ ἐμοῦ πεπονηκότος Ὀλυμπίου τοῦ Μίκκαλον τὸν ἀδελφὸν πλέον ἢ παῖδα φιλοῦντος αἰσχρὸν ἦν ἐμὲ μηδ’ ἀπὸ γραμμάτων τι συντελέσαι πρὸς τὴν ὁδὸν 2 3 4 οὐχ ὡς οὐκ ἀρκούντων οὔτε τῶν Μικκάλου τρόπων οὔτε τῶν Ὀλυμπίου γραμμάτων ἐγεῖραί σε πρὸς συμμαχίαν.
δύναμιν θεραπευόντων ἄγειν. ἀλλ’ ὅμως ταῦτα εἰδὼς κἀ- κεῖνό γε προσειδώς, ὅτι οὐδὲν ὀκνήσεις ἐν οἷς δεῖ Μίκκαλον εὖ παθεῖν, ὅπως ἔλθῃ τι τῆς τῶν πραττομένων αἰτίας εἰς τὰ ἐμὰ γράμματα, συνεφηψάμην τῆς παρακλήσεως.
κρᾶ μείζων ἂν φανείη πολλάκις. μάλιστα μὲν γὰρ ἴδει καὶ οἴκοι καθημένῳ Μικκάλῳ προσελθεῖν τι τῶν τοῖς τοιούτοις πρεπόντων ἐπεὶ δὲ ἴσως βουλόμενος τῶν τιμῶν ἡγεῖσθαι τοὺς πόνους ἐπέταξας ὁδοιπορεῖν, ὅμως ἥκει. σὺ δὲ μὴ μέλλε. οἰήσεται γάρ, εἰ ταχέως ὑποστρέψειε, μηδὲ κεκινῆσθαι.
θυμοῦ δὲ πάντα ὁμοῦ, τὴν ἡλικίαν, ὡς ἄγαμος ἔτι, γῆρας μητρὸς καὶ ἐπιθυμίαν, τὴν Ὀλυμπίου γνώμην, ὡς ἀνθ’ ἑαυ- τοῦ τοῦτον εὔξατο κληθῆναι πατέρα.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.