τέρα καθεῖλε, — πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις, προσθείην δ’ ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαι- νεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν ἄνοιαν — διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπον- θέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρό-
νῷ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλαν- θρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυ- θείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς 2 3 4 5 ὑποσχέσεων, ἀλλ’ ἐγὼ τὴν σὴν κεκινηκέναι γνώμην.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.