τῇ πρώτη γνώμην, ἐπέθηκα δευτέραν. πέπεικα γὰρ ἐμαυτὸν ἃ μάλιστα βούλομαι, καὶ ἴσως γε οὐ κακῶς μαντεύομαι. λο- γίζομαι γὰρ ὡς εἴης μὲν ἥμερος, εἴης δὲ λόγων ἐραστής τε καὶ ποιητής.
μὲν ἀγαθοὺς εὑρὼν ἐτίμησας, τοὺς δ’ οὐ τοιούτους ἠλέησας, τὸ μὲν κρίσει ποιήσας ὀρθῇ, τὸ δὲ φύσεως χρηστότητι.
μᾶλλον δέ, οὐ κινοῦντος, ἀλλ’ ἐπαινοῦντος ὡρμημένον; ταῦτά με πεποίηκε μαντικὸν εἰς τὴν ἐκεῖθεν ἐπιστολήν. καὶ ἃ λαβὼν ἔπραττον ἂν εἰκότως, ἐλπίζων ἀξιῶ ποιεῖν.
μετὰ μὲν πολλῶν πολίτης ἐμός, πρὸ πολλῶν δὲ φίλος. καὶ ἐδέξατο ταὐτὸ διδασκαλεῖον ἡμᾶς παῖδας ὄντας ἔπειτα τύχη 2 3 4 5 τινὶ τῶν λόγων ἐξωσθεὶς γίγνεται στρατιώτης οὐδὲ οὕτως εὐτυχής.
παρ’ ἡμῖν ποταμῷ. διατρίψας δὲ τῇδε καὶ χρόνον ἀνηλωκὼς φοβούμενος προσετίθει τῇ μελλήσει.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.