ἀληθὲς ὡς οὐκ ἔσθ’ ὅστις οὐκ ἤλπισε τὴν παροῦσαν ἀρχήν· οὕτως οὐκ ἀλλοτρίων ἅπτῃ τῶν νῦν, ἀλλ’ ἀκριβῶς ἐδέξω τὰ σαυτοῦ, καὶ μέγα πάντες ἐβόησαν ἄνθρωποι μακαρίζοντες μὲν ὧν ἐπιστατεῖς, ἐπαινοῦντες δὲ τὸν ἐπιστήσαντα, συγχαίροντες δὲ σοὶ τοῦ λαβεῖν ἀφορμὴν πρὸς ἐπίδειξιν τῆς ἀρετῆς. 2 3 4
αὐτὸς οὐκ ἐγενόμην τῶν λαβόντων ἐπιστολήν, ἀλλ’ εἷς ἦν τῶν λεγόντων῾ ἥκει τῷ δεῖνι γράμματα καὶ τὸν δεῖνα ἐτίμησε γράμμασι. καὶ ἴσως εἰκότως τόδε ἐπράττετο· τῷ γὰρ ἀξιῶ ματι προσήκει τὸ φρόνημα ἀντίπαλον εἶναι.
δοικα μὴ καὶ τὸ γράμματά σοι παρ’ ἡμῶν ἐλθεῖν εἰς ἔγκλημα ἀφίκηταί μοι. γνῶθι δ’ ὡς ἀληθῶς φοβοῦμαι.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.