ὁμολογῶ, ὡς ὅστις σε εἰδὼς οὐ φιλεῖ, δοκεῖ μοι μισεῖν αὑτόν. Κυζικηνῶν δὲ τὴν ὁρμὴν ἐπαινέσας μέμφομαι τὴν μεταβολήν. τὸ μὲν γὰρ εἰς τὸν κύκνον ἰδεῖν καλόν, τὸ δὲ τῷ κολοιῷ δοῦναι χώραν οὐ καλόν, ἀλλ’ ἀτεχνῶς τὸ Ἀριστοφάνους· ὁ Θέογνις ἀντ’ Αἰσχύλου. γράμματα δὲ πρὸς οἷα οἷα
φῄς οὐχ ἧκεν, εἰ δ’ ἔλθοι, τὸν φίλον ὄψει, τῇ γυναικὶ δέ, 2 3 4 5 ἥν, ὅτι αὐτῆς ἐπιμελῇ, μακαρίζω. πέπρακται γὰρ ὧν ἔχρῃζε τοῦ παιδὸς εὑρόντος ἕτερον σύμμαχον.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.