οὐχ ὅπως σου καρπωσαίμην τὴν δύναμιν, ἐμπόρου γὰρ τοῦτό γε καὶ οὐ φιλίας ἐπιθυμοῦντος, ἀλλ’ ἵνα μή με καλὸς κἀγαθὸς ἀνὴρ διαφύγῃ κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ καταδύωμαι μὴ ἔχων λέγαν ὅτι οὗτος ὁ τοιοῦτος ἐμοὶ φίλος.
γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφ’ ἦς σὺ βέβηκας· ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τού- τοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χα- λεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν. ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας.
μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα, τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.