ἄγαν συκοφάντας οὐκ αὐτὸ μόνον ἐγκαλεῖς, τὴν βραχυλογίαν, ἀλλ’ ἐποίησας αὐτὴν καὶ ἕτερον ἔγκλημα τεκεῖν σημεῖον εἶναι ταύτην λέγων τοῦ καὶ τὴν φιλίαν μοι τὴν πρὸς σὲ κεκινῆ- σθαι.
2 3 4 τῆς δυσμενείας θήσῃ, κἂν τἄλλα πάσχῃς κακῶς, ἢ τοῖς ἔργοις αὐτοῦ κρινεῖς τὸν τρόπον, τὰ γράμματα δὲ χλευασίαν οἰήσῃ; ὥσπερ γάρ, ὦ ’γαθέ, μῆκος ἐπιστολῆς οὐ φιλίας ἔργον, οὕτως οὐδὲ βραχύτης σημεῖον ἔχθρας.
τὸν ἄνδρα ἐκεῖνον διηλλάχθαι προθύμως ἡμᾶς αἰτιᾷ κἀνταῦθα συκοφαντῶν. οὔτε γὰρ ἐγὼ λέγων οὔτ’ ἐκεῖνος πέπαυται τῆς ὀργῆς. αἴτιος δὲ σὺ οὐκ ἀδικήσας μὲν αὐτὸν ἅπερ ἐνομίσθης πρότερον, ὀλιγωρήσας δὲ τοῦ τὴν ὑποψίαν ἀνελεῖν. ὁ δὲ τότε μὲν ὑπεριδών, νῦν δὲ ἀπολογούμενος τότε μὲν αὑτοῦ κατε-
γνωκέναι δοκεῖ, νῦν δὲ τὴν ἀρχὴν κολακεύειν.
δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες, τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν.
σιλεὺς δὲ γρίφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα κίνδυνος γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώ- ματι τὸ ἡσυχάζειν.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.