νάμεως, τῇ δὲ ἡγεμόνος ἀγαθοῦ. σοῦ δὲ τίς ἐκείνῃ πρότερος, δι’ ὃν γέγονεν ἀνδράσι μείζων τῶν μὲν ἐχόντων ἀρετὴν μετὰ πλούτου, τῶν δὲ μὴ χρήματα, φύσιν δὲ ἀμείνω χρημάτων;
ὅπως αὐτοῖς μὴ τὸ κοινωνεῖν τῶν παρ’ ὑμὶν καλῶν αἴτιον ᾖ κακῶν.
εἰς ὑμᾶς ἐγγραφόμενον ἐγέλων ἐννοῶν, ὡς αὐτίκα μάλα αὐτὸν ἐξαλείψει τὸ πένεσθαι. ἔπειτ’ ἐπελαβόμην τοῦ γέλωτος ὡς ἀρκέσον ὑμῖν ἄνδρα ἔχειν ᾧ πλουτεῖν ἐξὸν κακῶς οὐκ ἠξίω- σεν. ὡς δὲ ἧκε γράμματα δεῖν καὶ τόνδε θεῖναι χρυσίον, ἐν- 2 3 4 5 ταῦθα ἀντὶ τοῦ γελᾶν ἐταραττόμην καὶ ἐδόκει χρῆναι κατα- φεύγειν ἐπὶ τὴν Ἑρμογένους πρᾳότητα. καὶ οὕτω ποιοῦμεν.
μὴ σὺ λύσῃς, αἴνιγμα ἡμῖν ὁ φίλος ὁμοῦ λελυμένος τε καὶ δε- δεμένος. ἀλλὰ σὺ λύσεις τὸ αἴνιγμα τοῖς δευτέροις τὰ πρότερα βεβαιῶν καὶ βοηθῶν ἀνδρὶ γνωρίμῳ τε καὶ δανειζομένῳ. τοῦτο δὲ ἐγὼ μὲν σύνοιδα, ἐκεῖνος δὲ οὐκ αἰσχύνεται.
δ’ οὖν τις οὕτω κακοδαίμων ὡς μὴ ταὐτὰ φθέγγεσθαί σοι, πέμπε τοῦτον εἰς Φρυγίαν, ὁ δέ σοι πεπεισμένος ἐπανήξει πέ- νητα τὸν Ἰουλιανὸν εἶναι.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.